Κατα Λουκαν

3. fejezet


Fejezetek:


1. vers

ΕΝ ΕΤΕΙ δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πειλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβειληνῆς τετρααρχοῦντος,


2. vers

ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καιάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάνην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.


3. vers

καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,


4. vers

ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαίου τοῦ προφήτου Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.


5. vers

πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·


6. vers

καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.


7. vers

Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;


8. vers

ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.


9. vers

ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν [καλὸν] ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.


10. vers

καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες Τί οὖν ποιήσωμεν;


11. vers

ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.


12. vers

ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν Διδάσκαλε, τί ποιήσωμεν;


13. vers

ὁ δὲ εἶπεν πρὸς αὐτούς Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.


14. vers

ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.


15. vers

Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάνου, μή ποτε αὐτὸς εἴη ὁ χριστός,


16. vers

ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάνης Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·


17. vers

οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.


18. vers

Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·


19. vers

ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,


20. vers

προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, κατέκλεισεν τὸν Ἰωάνην ἐν φυλακῇ.


21. vers

Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν


22. vers

καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.


23. vers

Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ τοῦ Ἡλεί


24. vers

τοῦ Ματθάτ τοῦ Λευεί τοῦ Μελχεί τοῦ Ἰανναί τοῦ Ἰωσήφ


25. vers

τοῦ Ματταθίου τοῦ Ἀμώς τοῦ Ναούμ τοῦ Ἐσλεί τοῦ Ναγγαί


26. vers

τοῦ Μαάθ τοῦ Ματταθίου τοῦ Σεμεείν τοῦ Ἰωσήχ τοῦ Ἰωδά


27. vers

τοῦ Ἰωανάν τοῦ Ῥησά τοῦ Ζοροβάβελ τοῦ Σαλαθιήλ τοῦ Νηρεί


28. vers

τοῦ Μελχεί τοῦ Ἀδδεί τοῦ Κωσάμ τοῦ Ἐλμαδάμ τοῦ Ἤρ


29. vers

τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρείμ τοῦ Μαθθάτ τοῦ Λευεί


30. vers

τοῦ Συμεών τοῦ Ἰούδα τοῦ Ἰωσήφ τοῦ Ἰωνάμ τοῦ Ἐλιακείμ


31. vers

τοῦ Μελεά τοῦ Μεννά τοῦ Ματταθά τοῦ Ναθάμ τοῦ Δαυείδ


32. vers

τοῦ Ἰεσσαί τοῦ Ἰωβήλ τοῦ Βοός τοῦ Σαλά τοῦ Ναασσών


33. vers

τοῦ Ἀδμείν τοῦ Ἀρνεί τοῦ Ἑσρών τοῦ Φαρές τοῦ Ἰούδα


34. vers

τοῦ Ἰακώβ τοῦ Ἰσαάκ τοῦ Ἀβραάμ τοῦ Θαρά τοῦ Ναχώρ


35. vers

τοῦ Σερούχ τοῦ Ῥαγαύ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλά


36. vers

τοῦ Καινάμ τοῦ Ἀρφαξάδ τοῦ Σήμ τοῦ Νῶε τοῦ Λάμεχ


37. vers

τοῦ Μαθουσαλά τοῦ Ἑνώχ τοῦ Ἰάρετ τοῦ Μαλελεήλ τοῦ Καινάμ


38. vers

τοῦ Ἐνώς τοῦ Σήθ τοῦ Ἀδάμ τοῦ θεοῦ.

Fejezetek:


Könyvek